Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.42 Joseph. AJ 14.47 (English) >>Joseph. AJ 14.53

14.45καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλʼ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο. 14.46

Πομπήιος δὲ τούτων ἀκούσας καὶ καταγνοὺς Ἀριστοβούλου βίαν, τότε μὲν αὐτοὺς ἀπέπεμψεν διαλεχθεὶς πρᾴως, ἐλθὼν δʼ εἰς τὴν χώραν αὐτῶν ἔλεγεν διατάξειν ἕκαστα, ἐπειδὰν τὰ τῶν Ναβαταίων πρῶτον ἴδῃ. τέως δὲ ἐκέλευσεν ἡσυχίαν ἄγειν θεραπεύων ἅμα τὸν Ἀριστόβουλον, μὴ τὴν χώραν ἀποστήσῃ καὶ διακλεισθείη τῶν παρόδων. 14.47ἔτυχεν μέντοι τοῦτο ἐξ Ἀριστοβούλου γενόμενον· οὐ γὰρ ἀναμείνας οὐδὲν ὧν διελέχθη πρὸς αὐτὸν Πομπήιος εἰς Δειλον πόλιν ἦλθεν κἀκεῖθεν εἰς τὴν Ἰουδαίαν ἀπῆρεν. 14.48

Ὀργίζεται δʼ ἐπὶ τούτοις Πομπήιος, καὶ τὴν ἐπὶ τοὺς Ναβαταίους ἀναλαβὼν στρατιὰν ἔκ τε Δαμασκοῦ καὶ τῆς ἄλλης Συρίας ἐπικουρικὰ σὺν τοῖς ὑπάρχουσιν αὐτῷ Ῥωμαίων τάγμασιν ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον. 14.49ὡς δὲ παραμειψάμενος Πέλλαν καὶ Σκυθόπολιν εἰς Κορέας ἧκεν, ἥτις ἐστὶν ἀρχὴ τῆς Ἰουδαίας διεξιόντι τὴν μεσόγειον, ἐνταῦθα εἴς τι περικαλλὲς ἔρυμα ἐπʼ ἄκρου τοῦ ὄρους ἱδρυμένον Ἀλεξάνδρειον Ἀριστοβούλου συμπεφευγότος, πέμψας ἐκέλευσεν ἥκειν πρὸς αὐτόν. 14.50 δὲ παραινούντων πολλῶν μὴ πολεμεῖν Ῥωμαίοις κάτεισιν καὶ δικαιολογησάμενος πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς πάλιν εἰς τὴν ἀκρόπολιν ἀναβαίνει Πομπηίου συγχωρήσαντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.42 Joseph. AJ 14.47 (English) >>Joseph. AJ 14.53

Powered by PhiloLogic